Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- διαρταμήσει σώματος μέγα ῥάκος,
- ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
- κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινάσεται.[*](ἐκθοινάσεται Nauck: ἐκθοινήσεται codd.)
- τοιοῦδε μόχθου τέρμα μή τι[*](τι rec.: τοι M) προσδόκα,
- πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
- φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν
- Ἅιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη.
- πρὸς ταῦτα βούλευ᾽: ὡς ὅδ᾽ οὐ πεπλασμένος
- ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος:[*](fort. ἐτήτυμος Hartung)