Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐμαῖς: δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
  2. πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει.
  3. ἀτὰρ σφοδρύνει γ᾽ ἀσθενεῖ σοφίσματι.
  4. αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
  5. αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
  6. σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
  7. οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
  8. ἔπεισ᾽ ἄφυκτος:[*](ἄφυκτος recc.: ἀφύκτως M, ος suprascr. m1) πρῶτα μὲν γὰρ ὀκρίδα
  9. φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
  10. πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
  11. τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει.
  12. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
  13. ἄψορρον ἥξεις εἰς φάος: Διὸς δέ σοι[*](σοι rec.: τοι codd. cett.)
  14. πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
  15. διαρταμήσει σώματος μέγα ῥάκος,
  16. ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
  17. κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινάσεται.[*](ἐκθοινάσεται Nauck: ἐκθοινήσεται codd.)