Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
  2. οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
  3. ἔπεισ᾽ ἄφυκτος:[*](ἄφυκτος recc.: ἀφύκτως M, ος suprascr. m1) πρῶτα μὲν γὰρ ὀκρίδα
  4. φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
  5. πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
  6. τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει.
  7. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
  8. ἄψορρον ἥξεις εἰς φάος: Διὸς δέ σοι[*](σοι rec.: τοι codd. cett.)
  9. πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως