Prometheus Bound

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. γυναικομίμοις ὑπτιάσμασιν χερῶν
  2. λῦσαί με δεσμῶν τῶνδε: τοῦ παντὸς δέω.
Ἑρμῆς
  1. λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν:
  2. τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει λιταῖς
  3. ἐμαῖς: δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
  4. πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει.
  5. ἀτὰρ σφοδρύνει γ᾽ ἀσθενεῖ σοφίσματι.
  6. αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
  7. αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει.