Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται.
- ὦπται[*](ὦπται recc. (et schol. τεθεώρηται): ὦ παῖ M) πάλαι δὴ καὶ βεβούλευται τάδε.
- τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
- πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.
- ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν.
- εἰσελθέτω σε μήποθ᾽ ὡς[*](μήποθ᾽ ὡς m1 et recc.: μη πάθ᾽ M) ἐγὼ Διὸς
- γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
- καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
- γυναικομίμοις ὑπτιάσμασιν χερῶν
- λῦσαί με δεσμῶν τῶνδε: τοῦ παντὸς δέω.
- λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν:
- τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει λιταῖς