Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- κινεῖς ἄλαστα στυγνὰ πρόκακα λέγων.
- βοᾷ βοᾷ μοι μελέων ἔντοσθεν ἦτορ.
- καὶ μὴν ἄλλους γε ποθοῦμεν,
- Μάρδων ἀνδρῶν μυριοταγὸν
- Ξάνθιν ἄρειόν τʼ Ἀγχάρην,
- Δίαιξίν τʼ ἠδʼ Ἀρσάκην
- ἱππιάνακτας,
- Κηγδαδάταν καὶ Λυθίμναν
- Τόλμον τʼ αἰχμᾶς ἀκόρεστον.
- ἔταφον ἔταφον,
- οὐκ ἀμφὶ σκηναῖς
- τροχηλάτοισιν ὄπιθεν δʼ· ἑπομένους.
- βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ.
- βεβᾶσιν, οἴ, νώνυμοι.
- ἰὴ ἰή, ἰὼ ἰώ.
- ἰὼ ἰώ, δαίμονες,
- ἔθεθʼ ἄελπτον κακὸν
- διαπρέπον, οἷον δέδορκεν Ἄτα.
- πεπλήγμεθʼ οἵᾳ διʼ αἰῶνος τύχᾳ·
- πεπλήγμεθʼ· εὔδηλα γάρ·