Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- νέᾳ νέᾳ δύᾳ δύᾳ.
- κύρσαντες οὐκ εὐτυχῶς
- Ἰάνων ναυβατᾶν.
- δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
- πῶς δʼ οὔ; στρατὸν μὲν τοσοῦ-
- τον τάλας πέπληγμαι.
- τί δʼ οὔκ; ὄλωλεν μεγάλως τὰ Περσᾶν.
- ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
- ὁρῶ ὁρῶ.
- τόνδε τʼ ὀιστοδέγμονα—
- τί τόδε λέγεις σεσωσμένον;
- θησαυρὸν βελέεσσιν;
- βαιά γʼ ὡς ἀπὸ πολλῶν.
- ἐσπανίσμεθʼ ἀρωγῶν.
- Ἰάνων λαὸς οὐ φυγαίχμας.
- ἀγανόρειος· κατεῖ-
- δον δὲ πῆμʼ ἄελπτον.
- τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
- πέπλον δʼ ἐπέρρηξʼ ἐπὶ συμφορᾷ κακοῦ.
- παπαῖ παπαῖ.