Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- ἢ Λίλαιος εὐπάτωρ,
- Μέμφις, Θάρυβις, καὶ Μασίστρας,
- Ἀρτεμβάρης τʼ ἠδʼ Ὑσταίχμας;
- τάδε σʼ ἐπανερόμαν.
- ἰὼ ἰώ μοί μοι
- τὰς ὠγυγίους κατιδόντες
- στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ,
- ἐὴ ἐή, τλάμονες ἀσπαίρουσι χέρσῳ.
- ἦ καὶ τὸν Περσᾶν αὐτοῦ
- τὸν σὸν πιστὸν πάντʼ ὀφθαλμὸν
- μυρία μυρία πεμπαστὰν
- Βατανώχου παῖδʼ Ἄλπιστον
- ---
- τοῦ Σησάμα τοῦ Μεγαβάτα,
- Πάρθον τε μέγαν τʼ Οἰβάρην
- ἔλιπες ἔλιπες;
- ὢ ὢ ὢ δᾴων.
- Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις.
- ἰὼ ἰὼ δῆτα
- ἴυγγʼ ἀγαθῶν ἑτάρων μοι ὑπομιμνήσκεις