Persians

Aeschylus

Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.

  1. Ἰάνων γὰρ ἀπηύρα,
  2. Ἰάνων ναύφρακτος
  3. Ἄρης ἑτεραλκὴς
  4. νυχίαν πλάκα κερσάμενος
  5. δυσδαίμονά τʼ ἀκτάν.
Χορός
  1. οἰοιοῖ βόα καὶ πάντʼ ἐκπεύθου.—
  2. ποῦ δὲ φίλων ἄλλος ὄχλος,
  3. ποῦ δέ σοι παραστάται,
  4. οἷος ἦν Φαρανδάκης,
  5. Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδʼ Ἀ-
  6. γδαβάτας, Ψάμμις, Σουσισκάνης τʼ
  7. Ἀγβάτανα λιπών;
Ξέρξης
  1. ὀλοοὺς ἀπέλειπον
  2. Τυρίας ἐκ ναὸς
  3. ἔρροντας ἐπʼ ἀκταῖς
  4. Σαλαμινιάσι στυφελοῦ
  5. θείνοντας ἐπʼ ἀκτᾶς.
Χορός
  1. οἰοιοῖ, βόα· ποῦ σοι Φαρνοῦχος
  2. Ἀριόμαρδός τʼ ἀγαθός,
  3. ποῦ δὲ Σευάλκης ἄναξ,