Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- αἰνῶς αἰνῶς
- ἐπὶ γόνυ κέκλιται.
- ὅδʼ ἐγώ, οἰοῖ, αἰακτὸς
- μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ
- κακὸν ἄρʼ ἐγενόμαν.
- πρόσφθογγόν σοι νόστου τὰν
- κακοφάτιδα βοάν,
- κακομέλετον ἰὰν
- Μαριανδυνοῦ θρηνητῆρος
- πέμψω πέμψω,
- πολύδακρυν ἰαχάν.
- ἵετʼ αἰανῆ καὶ πάνδυρτον
- δύσθροον αὐδάν. δαίμων γὰρ ὅδʼ αὖ
- μετάτροπος ἐπʼ ἐμοί.
- ἥσω τοι τὰν πάνδυρτον,
- σὰ πάθη τε σέβων
- ἁλίτυπά τε βάρη,
- πόλεως γέννας πενθητῆρος·
- κλάγξω κλάγξω
- δὲ γόον ἀρίδακρυν.