Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- ἐκράτυνε μεσάκτους,
- Λῆμνον, Ἰκάρου θʼ ἕδος,
- καὶ Ῥόδον ἠδὲ Κνίδον
- Κυπρίας τε πόλεις, Πάφον,
- ἠδὲ Σόλους, Σαλαμῖνά τε,
- τᾶς νῦν ματρόπολις τῶνδʼ
- αἰτία στεναγμῶν.
- καὶ τὰς εὐκτεάνους κατὰ
- κλῆρον Ἰαόνιον πολυάνδρους
- Ἑλλάνων ἐκράτει σφετέραις φρεσίν.
- ἀκάματον δὲ παρῆν σθένος
- ἀνδρῶν τευχηστήρων
- παμμίκτων τʼ ἐπικούρων.
- νῦν δʼ οὐκ ἀμφιλόγως
- θεότρεπτα τάδʼ αὖ
- φέρομεν πολέμοισι
- δμαθέντες μεγάλως
- πλαγαῖσι ποντίαισιν.
- ἰώ,
- δύστηνος ἐγὼ στυγερᾶς μοίρας