Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- μίμνουσι δʼ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
- ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί·
- οὗ σφιν κακῶν ὕψιστʼ ἐπαμμένει παθεῖν,
- ὕβρεως ἄποινα κἀθέων φρονημάτων·
- οἳ γῆν μολόντες Ἑλλάδʼ οὐ θεῶν βρέτη
- ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς·
- βωμοὶ δʼ ἄιστοι, δαιμόνων θʼ ἱδρύματα
- πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
- τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
- πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
- κρηνὶς ἀπέσβηκʼ ἀλλʼ ἔτʼ ἐκπιδύεται.
- τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς
- πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο·
- θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
- ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν
- ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
- ὕβρις γὰρ ἐξανθοῦσʼ ἐκάρπωσεν στάχυν
- ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
- τοιαῦθʼ ὁρῶντες τῶνδε τἀπιτίμια
- μέμνησθʼ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις