Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- κυάνεον δʼ ὄμμασι λεύσσων
- φονίου δέργμα δράκοντος,
- πολύχειρ καὶ πολυναύτας,
- Σύριόν θʼ ἅρμα διώκων,
- ἐπάγει δουρικλύτοις ἀν-
- δράσι τοξόδαμνον Ἄρη.
- δόκιμος δʼ οὔτις ὑποστὰς
- μεγάλῳ ῥεύματι φωτῶν
- ἐχυροῖς ἕρκεσιν εἴργειν
- ἄμαχον κῦμα θαλάσσας·
- ἀπρόσοιστος γὰρ ὁ Περσᾶν
- στρατὸς ἀλκίφρων τε λαός.
- θεόθεν γὰρ κατὰ Μοῖρʼ
- ἐκράτησεν τὸ παλαι-
- όν, ἐπέσκηψε δὲ Πέρσαις
- πολέμους πυργοδαΐκτους
- διέπειν ἱππιοχάρμας
- τε κλόνους
- πόλεών τʼ ἀναστάσεις.
- ἔμαθον δʼ εὐρυπόροι-