Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις
  2. θρέψασα πόθῳ στένεται μαλερῷ,
  3. τοκέες τʼ ἄλοχοί θʼ ἡμερολεγδὸν
  4. τείνοντα χρόνον τρομέονται.
Χορός
  1. πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη
  2. βασίλειος στρατὸς εἰς ἀν-
  3. τίπορον γείτονα χώραν,
  4. λινοδέσμῳ σχεδίᾳ πορθ-
  5. μὸν ἀμείψας
  6. Ἀθαμαντίδος Ἕλλας,
  7. πολύγομφον ὅδισμα
  8. ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου.
Χορός
  1. πολυάνδρου δʼ Ἀσίας θούριος ἄρχων
  2. ἐπὶ πᾶσαν χθόνα ποιμα-
  3. νόριον θεῖον ἐλαύνει
  4. διχόθεν, πεζονόμον τʼ ἔκ
  5. τε θαλάσσας,
  6. ἐχυροῖσι πεποιθὼς
  7. στυφελοῖς ἐφέταις, χρυ-
  8. σογόνου γενεᾶς ἰσόθεος φώς.