Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
- ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ·
- καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
- περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,
- θνητὸς ὢν θεῶν τε πάντων ᾤετʼ, οὐκ εὐβουλίᾳ,
- καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδʼ οὐ νόσος φρενῶν
- εἶχε παῖδʼ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
- οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
- ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
- θούριος Ξέρξης· λέγουσι δʼ ὡς σὺ μὲν μέγαν τέκνοις
- πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δʼ ἀνανδρίας ὕπο
- ἔνδον αἰχμάζειν, πατρῷον δʼ ὄλβον οὐδὲν αὐξάνειν.
- τοιάδʼ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
- τήνδʼ ἐβούλευσεν κέλευθον καὶ στράτευμʼ ἐφʼ Ἑλλάδα.
- τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
- μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
- τόδʼ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
- ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδʼ ὤπασεν,
- ἕνʼ ἄνδρʼ ἁπάσης Ἀσίδος μηλοτρόφου
- ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.