Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ·
- ἄλλος δʼ ἐκείνου παῖς τόδʼ ἔργον ἤνυσεν·
- φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.
- τρίτος δʼ ἀπʼ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
- ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις·
- Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
- Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
- θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
- Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν.
- πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ
- θρόνοισί τʼ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ
- Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
- ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδʼ ἦν χρέος.
- ἕκτος δὲ Μάραφις, ἕβδομος δʼ Ἀρταφρένης.
- κἀγὼ πάλου τʼ ἔκυρσα τοῦπερ ἤθελον,
- κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ·
- ἀλλʼ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
- Ξέρξης δʼ ἐμὸς παῖς ὢν νέος νέα φρονεῖ,
- κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς·
- εὖ γὰρ σαφῶς τόδʼ ἴστʼ, ἐμοὶ ξυνήλικες,