Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
- ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
- καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδʼ ἐπιστενάζετε;
- ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
- ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
- πρὸς τάδʼ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει.
- ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
- Βακτρίων δʼ ἔρρει πανώλης δῆμος, οὐδέ τις γέρων.
- ὦ μέλεος, οἵαν ἄρʼ ἥβην ξυμμάχων ἀπώλεσεν.
- μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—
- πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
- ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν.
- καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτʼ ἐτήτυμον;
- ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γʼ, οὐδʼ ἔνι στάσις.
- φεῦ, ταχεῖά γʼ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδʼ ἐμὸν
- Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που
- διὰ μακροῦ χρόνου τάδʼ ηὔχουν ἐκτελευτήσειν θεούς·
- ἀλλʼ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
- νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
- παῖς δʼ ἐμὸς τάδʼ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει·