Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
  2. λέξον· ἀνθρώπεια δʼ ἄν τοι πήματʼ ἂν τύχοι βροτοῖς.
  3. πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δʼ ἐκ χέρσου κακὰ
  4. γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ, πρόσω.
Ἄτοσσα
  1. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ
  2. ὡς ἕως τʼ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
  3. βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
  4. νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
  5. πάντα γάρ, Δαρεῖʼ ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ.
  6. διαπεπόρθηται τὰ Περσῶν πράγμαθʼ, ὡς εἰπεῖν ἔπος.
Δαρεῖος
  1. τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτὸς ἢ στάσις πόλει;
Ἄτοσσα
  1. οὐδαμῶς· ἀλλʼ ἀμφʼ Ἀθήνας πᾶς κατέφθαρται στρατός.
Δαρεῖος
  1. τίς δʼ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
Ἄτοσσα
  1. θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
Δαρεῖος
  1. πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδʼ ἐμώρανεν τάλας;
Ἄτοσσα
  1. ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν.
Δαρεῖος
  1. πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν;
Ἄτοσσα
  1. μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστʼ ἔχειν πόρον.
Δαρεῖος
  1. καὶ τόδʼ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν·
Ἄτοσσα
  1. ὧδʼ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.