Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
- ὑμεῖς δὲ θρηνεῖτʼ ἐγγὺς ἑστῶτες τάφου
- καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις
- οἰκτρῶς καλεῖσθέ μʼ· ἐστὶ δʼ οὐκ εὐέξοδον,
- ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ
- λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
- ὅμως δʼ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
- ἥκω. τάχυνε δʼ ὡς ἄμεμπτος ὦ χρόνου.
- τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν·
- σέβομαι μὲν προσιδέσθαι,
- σέβομαι δʼ ἀντία λέξαι
- σέθεν ἀρχαίῳ περὶ τάρβει.
- ἀλλʼ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,
- μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων
- εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
- δίεμαι μὲν χαρίσασθαι,
- δίεμαι δʼ ἀντία φάσθαι,
- λέξας δύσλεκτα φίλοισιν.
- ἀλλʼ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
- τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομʼ εὐγενὲς γύναι,