GetPassage urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:622-641 urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:622-641
τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς.
Χορόςβασίλεια γύναι, πρέσβος Πέρσαις,σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς,ἡμεῖς θʼ ὕμνοις αἰτησόμεθαφθιμένων πομποὺςεὔφρονας εἶναι κατὰ γαίας.ἀλλά, χθόνιοι δαίμονες ἁγνοί,Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τʼ ἐνέρων,πέμψατʼ ἔνερθεν ψυχὴν ἐς φῶς·εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον,μόνος ἂν θνητῶν πέρας εἴποι.
Χορόςἦ ῥʼ ἀίει μου μακαρίταςἰσοδαίμων βασιλεὺςβάρβαρʼ ἀσαφηνῆἱέντος τὰ παναίολʼ αἰ-ανῆ δύσθροα βάγματʼ, ἢπαντάλανʼ ἄχη διαβοάσω;νέρθεν ἆρα κλύει μου;
Χορόςἀλλὰ σύ μοι Γᾶ τε καὶ ἄλλοιχθονίων ἁγεμόνες