Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἁβροδιαίτων δʼ ἕπεται Λυδῶν
- ὄχλος, οἵ τʼ ἐπίπαν ἠπειρογενὲς
- κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς
- Ἀρκτεύς τʼ ἀγαθός, βασιλῆς δίοποι,
- καὶ πολύχρυσοι Σάρδεις ἐπόχους
- πολλοῖς ἅρμασιν ἐξορμῶσιν,
- δίρρυμά τε καὶ τρίρρυμα τέλη,
- φοβερὰν ὄψιν προσιδέσθαι.
- στεῦται δʼ ἱεροῦ Τμώλου πελάται
- ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι,
- Μάρδων, Θάρυβις, λόγχης ἄκμονες,
- καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δʼ
- ἡ πολύχρυσος πάμμικτον ὄχλον
- πέμπει σύρδην, ναῶν τʼ ἐπόχους
- καὶ τοξουλκῷ λήματι πιστούς·
- τὸ μαχαιροφόρον τʼ ἔθνος ἐκ πάσης
- Ἀσίας ἕπεται
- δειναῖς βασιλέως ὑπὸ πομπαῖς.
- τοιόνδʼ ἄνθος Περσίδος αἴας
- οἴχεται ἀνδρῶν,