Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν,
  2. λέκτρων εὐνὰς ἁβροχίτωνας,
  3. χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι,
  4. πενθοῦσι γόοις ἀκορεστοτάτοις.
  5. κἀγὼ δὲ μόρον τῶν οἰχομένων
  6. αἴρω δοκίμως πολυπενθῆ.
Χορός
  1. νῦν γὰρ δὴ πρόπασα μὲν στένει γαῖʼ
  2. Ἀσιὰς ἐκκενουμένα.
  3. Ξέρξης μὲν ἄγαγεν, ποποῖ,
  4. Ξέρξης δʼ ἀπώλεσεν, τοτοῖ,
  5. Ξέρξης δὲ πάντʼ ἐπέσπε δυσφρόνως
  6. βαρίδεσσι ποντίαις.
  7. τίπτε Δαρεῖος μὲν οὕ-
  8. τω τότʼ ἀβλαβὴς ἐπῆν
  9. τόξαρχος πολιήταις,
  10. Σουσίδαις φίλος ἄκτωρ;
Χορός
  1. πεζούς τε γὰρ καὶ θαλασσίους
  2. λινόπτεροι κυανώπιδες
  3. νᾶες μὲν ἄγαγον, ποποῖ,
  4. νᾶες δʼ ἀπώλεσαν, τοτοῖ,