Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω·
- ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα
- ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν,—
- ἐπίσταμαι μὲν ὡς ἐπʼ ἐξειργασμένοις,
- ἀλλʼ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι.
- ὑμᾶς δὲ χρὴ ʼπὶ τοῖσδε τοῖς πεπραγμένοις
- πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα·
- καὶ παῖδʼ, ἐάν περ δεῦρʼ ἐμοῦ πρόσθεν μόλῃ,
- παρηγορεῖτε, καὶ προπέμπετʼ ἐς δόμους,
- μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.
- ὦ Ζεῦ βασιλεῦ, νῦν γὰρ Περσῶν
- τῶν μεγαλαύχων καὶ πολυάνδρων
- στρατιὰν ὀλέσας
- ἄστυ τὸ Σούσων ἠδʼ Ἀγβατάνων
- πένθει δνοφερῷ κατέκρυψας·
- πολλαὶ δʼ ἀταλαῖς χερσὶ καλύπτρας
- κατερεικόμεναι
- διαμυδαλέοις δάκρυσι κόλπους
- τέγγουσʼ, ἄλγους μετέχουσαι.
- αἱ δʼ ἁβρόγοοι Περσίδες ἀνδρῶν