Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ
- ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ.
- φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος
- μέσον πόρον διῆκε, θερμαίνων φλογί.
- πῖπτον δʼ ἐπʼ ἀλλήλοισιν· ηὐτύχει δέ τοι
- ὅστις τάχιστα πνεῦμʼ ἀπέρρηξεν βίου.
- ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας,
- Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ,
- ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες,
- ἐφʼ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν
- Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός.
- ταῦτʼ ἔστʼ ἀληθῆ· πολλὰ δʼ ἐκλείπω λέγων
- κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.
- ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς
- ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.
- οἲ ʼγὼ τάλαινα διαπεπραγμένου στρατοῦ·
- ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων,
- ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά.
- ὑμεῖς δὲ φαύλως αὔτʼ ἄγαν ἐκρίνατε.
- ὅμως δʼ, ἐπειδὴ τῇδʼ ἐκύρωσεν φάτις