Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. στρατὸς δʼ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ
  2. διώλλυθʼ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος
  3. δίψῃ πονοῦντες, οἱ δʼ ὑπʼ ἄσθματος κενοὶ
  4. διεκπερῶμεν ἔς τε Φωκέων χθόνα
  5. καὶ Δωρίδʼ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ
  6. Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ·
  7. κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον
  8. καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους
  9. βορᾶς ἐδέξαντʼ· ἔνθα δὴ πλεῖστοι ʼθάνον
  10. δίψῃ τε λιμῷ τʼ· ἀμφότερα γὰρ ἦν τάδε.
  11. Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων
  12. χώραν ἀφικόμεσθʼ, ἐπʼ Ἀξίου πόρον,
  13. Βόλβης θʼ ἕλειον δόνακα, Πάγγαιόν τʼ ὄρος,
  14. Ἠδωνίδʼ αἶαν· νυκτὶ δʼ ἐν ταύτῃ θεὸς
  15. χειμῶνʼ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν
  16. ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις
  17. τὸ πρὶν νομίζων οὐδαμοῦ τότʼ ηὔχετο
  18. λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν.
  19. ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο
  20. στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον·