Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τέλος δʼ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου
- παίουσι, κρεοκοποῦσι δυστήνων μέλη,
- ἕως ἁπάντων ἐξαπέφθειραν βίον.
- Ξέρξης δʼ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος·
- ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ,
- ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός·
- ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ,
- πεζῷ παραγγείλας ἄφαρ στρατεύματι,
- ἵησʼ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι
- πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.
- ὦ στυγνὲ δαῖμον, ὡς ἄρʼ ἔψευσας φρενῶν
- Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν
- κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν
- οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν·
- ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν
- τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν.
- σὺ δʼ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον,
- ποῦ τάσδʼ ἔλειπες· οἶσθα σημῆναι τορῶς;
- ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην
- κατʼ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν·