Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ψυχήν τʼ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς,
  2. αὐτῷ τʼ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί,
  3. τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ.
Ἄτοσσα
  1. οἲ ʼγὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι.
  2. ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι;
Ἄγγελος
  1. νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων,
  2. βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος
  3. Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι.
  4. ἐνταῦθα πέμπει τούσδʼ, ὅπως, ὅταν νεῶν
  5. φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο,
  6. κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν,
  7. φίλους δʼ ὑπεκσῴζοιεν ἐναλίων πόρων,
  8. κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς
  9. ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης,
  10. αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας
  11. ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ
  12. κυκλοῦντο πᾶσαν νῆσον, ὥστʼ ἀμηχανεῖν
  13. ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν
  14. πέτροισιν ἠράσσοντο, τοξικῆς τʼ ἄπο
  15. θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν·