Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. φυγῇ δʼ ἀκόσμῳ πᾶσα ναῦς ἠρέσσετο,
  2. ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος.
  3. τοὶ δʼ ὥστε θύννους ἤ τινʼ ἰχθύων βόλον
  4. ἀγαῖσι κωπῶν θραύμασίν τʼ ἐρειπίων
  5. ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δʼ ὁμοῦ
  6. κωκύμασιν κατεῖχε πελαγίαν ἅλα,
  7. ἕως κελαινῆς νυκτὸς ὄμμʼ ἀφείλετο.
  8. κακῶν δὲ πλῆθος, οὐδʼ ἂν εἰ δέκʼ ἤματα
  9. στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι.
  10. εὖ γὰρ τόδʼ ἴσθι, μηδάμʼ ἡμέρᾳ μιᾷ
  11. πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν.
Ἄτοσσα
  1. αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα
  2. Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.
Ἄγγελος
  1. εὖ νυν τόδʼ ἴσθι, μηδέπω μεσοῦν κακόν·
  2. τοιάδʼ ἐπʼ αὐτοῖς ἦλθε συμφορὰ πάθους
  3. ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ.
Ἄτοσσα
  1. καὶ τίς γένοιτʼ ἂν τῆσδʼ ἔτʼ ἐχθίων τύχη;
  2. λέξον τίνʼ αὖ φὴς τήνδε συμφορὰν στρατῷ
  3. ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα.
Ἄγγελος
  1. Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν,