Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πολλὴν βοήν, ὦ παῖδες Ἑλλήνων ἴτε,
  2. ἐλευθεροῦτε πατρίδʼ, ἐλευθεροῦτε δὲ
  3. παῖδας, γυναῖκας, θεῶν τέ πατρῴων ἕδη,
  4. θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.
  5. καὶ μὴν παρʼ ἡμῶν Περσίδος γλώσσης ῥόθος
  6. ὑπηντίαζε, κοὐκέτʼ ἦν μέλλειν ἀκμή.
  7. εὐθὺς δὲ ναῦς ἐν νηὶ χαλκήρη στόλον
  8. ἔπαισεν· ἦρξε δʼ ἐμβολῆς Ἑλληνικὴ
  9. ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς
  10. κόρυμβʼ, ἐπʼ ἄλλην δʼ ἄλλος ηὔθυνεν δόρυ.
  11. τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ
  12. ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν
  13. ἤθροιστʼ ἀρωγὴ δʼ οὔτις ἀλλήλοις παρῆν,
  14. αὐτοὶ δʼ ὑφʼ αὑτῶν ἐμβόλοις χαλκοστόμοις
  15. παίοντʼ, ἔθραυον πάντα κωπήρη στόλον,
  16. Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως
  17. κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ
  18. σκάφη νεῶν, θάλασσα δʼ οὐκέτʼ ἦν ἰδεῖν,
  19. ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν.
  20. ἀκταὶ δὲ νεκρῶν χοιράδες τʼ ἐπλήθυον,