Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- οἷος Ἀμίστρης ἠδʼ Ἀρταφρένης
- καὶ Μεγαβάτης ἠδʼ Ἀστάσπης,
- ταγοὶ Περσῶν,
- βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
- σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
- τοξοδάμαντές τʼ ἠδʼ ἱπποβάται,
- φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
- ψυχῆς εὐτλήμονι δόξῃ·
- Ἀρτεμβάρης θʼ ἱππιοχάρμης
- καὶ Μασίστρης, ὅ τε τοξοδάμας
- ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θʼ,
- ἵππων τʼ ἐλατὴρ Σοσθάνης.
- ἄλλους δʼ ὁ μέγας καὶ πολυθρέμμων
- Νεῖλος ἔπεμψεν· Σουσισκάνης,
- Πηγασταγὼν Αἰγυπτογενής,
- ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
- μέγας Ἀρσάμης, τάς τʼ ὠγυγίους
- Θήβας ἐφέπων Ἀριόμαρδος,
- καὶ ἑλειοβάται ναῶν ἐρέται
- δεινοὶ πλῆθός τʼ ἀνάριθμοι.