Persians
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν
- ναῶν ἄνακτες πάντα ναυτικὸν λεών.
- καὶ νὺξ ἐχώρει, κοὐ μάλʼ Ἑλλήνων στρατὸς
- κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο·
- ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα
- πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν,
- πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα
- μολπηδὸν ηὐφήμησεν, ὄρθιον δʼ ἅμα
- ἀντηλάλαξε νησιώτιδος πέτρας
- ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν
- γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ
- παιᾶνʼ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε,
- ἀλλʼ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει·
- σάλπιγξ δʼ ἀϋτῇ πάντʼ ἐκεῖνʼ ἐπέφλεγεν.
- εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ
- ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος,
- θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν.
- τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας
- ἡγεῖτο κόσμῳ, δεύτερον δʼ ὁ πᾶς στόλος
- ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν