Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον,
- πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον,
- εὖτʼ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα
- λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ,
- τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν
- ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους,
- ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ·
- ὡς εἰ μόρον φευξοίαθʼ Ἕλληνες κακόν,
- ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά,
- πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον.
- τοσαῦτʼ ἔλεξε κάρθʼ ὑπʼ εὐθύμου φρενός·
- οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο.
- οἱ δʼ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ
- δεῖπνόν τʼ ἐπορσύνοντο, ναυβάτης τʼ ἀνὴρ
- τροποῦτο κώπην σκαλμὸν ἀμφʼ εὐήρετμον.
- ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο
- καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ
- ἐς ναῦν ἐχώρει πᾶς θʼ ὅπλων ἐπιστάτης·
- τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς·
- πλέουσι δʼ ὡς ἕκαστος ἦν τεταγμένος,