Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- πένθος παρασχών, Σεισάμης θʼ ὁ Μύσιος,
- Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
- ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
- κεῖται θανὼν δείλαιος οὐ μάλʼ εὐτυχῶς·
- Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
- Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
- ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.
- τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.
- πολλῶν παρόντων δʼ ὀλίγʼ ἀπαγγέλλω κακά.
- αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε,
- αἴσχη τε Πέρσαις καὶ λιγέα κωκύματα.
- ἀτὰρ φράσον μοι τοῦτʼ ἀναστρέψας πάλιν·
- πόσον δὲ πλῆθος ἦν νεῶν Ἑλληνίδων,
- ὥστʼ ἀξιῶσαι Περσικῷ στρατεύματι
- μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς;
- πλήθους μὲν ἂν σάφʼ ἴσθʼ ἕκατι βάρβαρον
- ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν
- ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα
- ναῶν, δεκὰς δʼ ἦν τῶνδε χωρὶς ἔκκριτος·
- Ξέρξῃ δέ, καὶ γὰρ οἶδα, χιλιὰς μὲν ἦν