Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος,
  2. τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ.
  3. ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα.
  4. εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι.
Ἄτοσσα
  1. ἀλλὰ μὴν εὔνους γʼ ὁ πρῶτος τῶνδʼ ἐνυπνίων κριτὴς
  2. παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδʼ ἐκύρωσας φάτιν.
  3. ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δʼ, ὡς ἐφίεσαι,
  4. πάντα θήσομεν θεοῖσι τοῖς τʼ ἔνερθε γῆς φίλοις,
  5. εὖτʼ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δʼ ἐκμαθεῖν θέλω,
  6. ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός.
Χορός
  1. τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων.
Ἄτοσσα
  1. ἀλλὰ μὴν ἵμειρʼ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν;
Χορός
  1. πᾶσα γὰρ γένοιτʼ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος.
Ἄτοσσα
  1. ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ;
Χορός
  1. καὶ στρατὸς τοιοῦτος, ἔρξας πολλὰ δὴ Μήδους κακά.
Ἄτοσσα
  1. καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις;
Χορός
  1. ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός.
Ἄτοσσα
  1. πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει;
Χορός
  1. οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί.
Ἄτοσσα
  1. τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ;