Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ
- βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν
- θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε.
- ὁρῶ δὲ φεύγοντʼ αἰετὸν πρὸς ἐσχάραν
- Φοίβου· φόβῳ δʼ ἄφθογγος ἐστάθην, φίλοι·
- μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ
- πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα
- τίλλονθʼ· ὁ δʼ οὐδὲν ἄλλο γʼ ἢ πτήξας δέμας
- παρεῖχε. ταῦτʼ ἔμοιγε δείματʼ εἰσιδεῖν,
- ὑμῖν δʼ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς
- πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτʼ ἀνήρ,
- κακῶς δὲ πράξας, οὐχ ὑπεύθυνος πόλει,
- σωθεὶς δʼ ὁμοίως τῆσδε κοιρανεῖ χθονός.
- οὔ σε βουλόμεσθα, μῆτερ, οὔτʼ ἄγαν φοβεῖν λόγοις
- οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη,
- εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδʼ ἀποτροπὴν τελεῖν,
- τὰ δʼ ἀγάθʼ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν
- καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς
- Γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δʼ αἰτοῦ τάδε,
- σὸν πόσιν Δαρεῖον, ὅνπερ φὴς ἰδεῖν κατʼ εὐφρόνην,