Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- Τάδε μὲν Περσῶν τῶν οἰχομένων
- Ἑλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται,
- καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων
- ἑδράνων φύλακες, κατὰ πρεσβείαν
- οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς
- Δαρειογενὴς
- εἵλετο χώρας ἐφορεύειν.
- ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ
- καὶ πολυχρύσου στρατιᾶς ἤδη
- κακόμαντις ἄγαν ὀρσολοπεῖται
- θυμὸς ἔσωθεν.
- πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς
- ᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει,
- κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς
- ἄστυ τὸ Περσῶν ἀφικνεῖται·
- οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνων
- καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος
- προλιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων.
- τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδην
- πολέμου στῖφος παρέχοντες·