Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη,
- ἡ δʼ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν,
- μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ,
- κάλλει τʼ ἀμώμω, καὶ κασιγνήτα γένους
- ταὐτοῦ· πάτραν δʼ ἔναιον ἡ μὲν Ἑλλάδα
- κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον.
- τούτω στάσιν τινʼ, ὡς ἐγὼ ʼδόκουν ὁρᾶν,
- τεύχειν ἐν ἀλλήλαισι· παῖς δʼ ἐμὸς μαθὼν
- κατεῖχε κἀπράυνεν, ἅρμασιν δʼ ὕπο
- ζεύγνυσιν αὐτὼ καὶ λέπαδνʼ ἐπʼ αὐχένων
- τίθησι. χἠ μὲν τῇδʼ ἐπυργοῦτο στολῇ
- ἐν ἡνίαισί τʼ εἶχεν εὔαρκτον στόμα,
- ἡ δʼ ἐσφάδαζε, καὶ χεροῖν ἔντη δίφρου
- διασπαράσσει καὶ ξυναρπάζει βίᾳ
- ἄνευ χαλινῶν καὶ ζυγὸν θραύει μέσον.
- πίπτει δʼ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται
- Δαρεῖος οἰκτείρων σφε· τὸν δʼ ὅπως ὁρᾷ
- Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι.
- καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω.
- ἐπεὶ δʼ ἀνέστην καὶ χεροῖν καλλιρρόου