Persians

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσʼ ἀδείμαντος, φίλοι,
  2. μὴ μέγας πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ
  3. ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινος.
  4. ταῦτά μοι διπλῆ μέριμνα φραστός ἐστιν ἐν φρεσίν,
  5. μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν
  6. μήτʼ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα.
  7. ἔστι γὰρ πλοῦτός γʼ ἀμεμφής, ἀμφὶ δʼ ὀφθαλμῷ φόβος·
  8. ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν.
  9. πρὸς τάδʼ ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου
  10. τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα·
  11. πάντα γὰρ τὰ κέδνʼ ἐν ὑμῖν ἐστί μοι βουλεύματα.
Χορός
  1. εὖ τόδʼ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσαι
  2. μήτʼ ἔπος μήτʼ ἔργον ὧν ἂν δύναμις ἡγεῖσθαι θέλῃ·
  3. εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς.
Ἄτοσσα
  1. πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν
  2. ξύνειμʼ, ἀφʼ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν
  3. Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων·
  4. ἀλλʼ οὔτι πω τοιόνδʼ ἐναργὲς εἰδόμην
  5. ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι.
  6. ἐδοξάτην μοι δύο γυναῖκʼ εὐείμονε,