Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- μέλαινα δʼ ἀμμεμείξεται,
- οἴ, στονόεσσα πλαγά.
- καὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον.
- ἄνιʼ ἄνια.
- καί μοι γενείου πέρθε λευκήρη τρίχα.
- ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.
- ἀύτει δʼ ὀξύ.
- καὶ τάδʼ ἔρξω.
- πέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.
- ἄνιʼ ἄνια.
- καὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν.
- ἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.
- διαίνου δʼ ὄσσε.
- τέγγομαί τοι.
- βόα νυν ἀντίδουπά μοι.
- οἰοῖ οἰοῖ.
- αἰακτὸς ἐς δόμους κίε.
- ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.
- ἰωὰ δὴ κατʼ ἄστυ.
- ἰωὰ δῆτα, ναὶ ναί.