GetPassage urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:1052-1072 urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:1052-1072
μέλαινα δʼ ἀμμεμείξεται,οἴ, στονόεσσα πλαγά.
Ξέρξηςκαὶ στέρνʼ ἄρασσε κἀπιβόα τὸ Μύσιον.Χορόςἄνιʼ ἄνια.Ξέρξηςκαί μοι γενείου πέρθε λευκήρη τρίχα.Χορόςἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.Ξέρξηςἀύτει δʼ ὀξύ.Χορόςκαὶ τάδʼ ἔρξω.
Ξέρξηςπέπλον δʼ ἔρεικε κολπίαν ἀκμῇ χερῶν.Χορόςἄνιʼ ἄνια.Ξέρξηςκαὶ ψάλλʼ ἔθειραν καὶ κατοίκτισαι στρατόν.Χορόςἄπριγδʼ ἄπριγδα μάλα γοεδνά.Ξέρξηςδιαίνου δʼ ὄσσε.Χορόςτέγγομαί τοι.
Ξέρξηςβόα νυν ἀντίδουπά μοι.Χορόςοἰοῖ οἰοῖ.Ξέρξηςαἰακτὸς ἐς δόμους κίε.Χορόςἰὼ ἰώ, Περσὶς αἶα δύσβατος.Ξέρξηςἰωὰ δὴ κατʼ ἄστυ.Χορόςἰωὰ δῆτα, ναὶ ναί.