Persians
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
- δίδυμα γάρ ἐστι καὶ τριπλᾶ—
- λυπρά, χάρματα δʼ ἐχθροῖς.
- καὶ σθένος γʼ ἐκολούσθη—
- γυμνός εἰμι προπομπῶν.
- φίλων ἄταισι ποντίαισιν·
- δίαινε δίαινε πῆμα· πρὸς δόμους δʼ ἴθι.
- αἰαῖ αἰαῖ, δύα δύα.
- βόα νυν ἀντίδουπά μοι.
- δόσιν κακὰν κακῶν κακοῖς.
- ἴυζε μέλος ὁμοῦ τιθείς.
- ὀτοτοτοτοῖ.
- βαρεῖά γʼ ἅδε συμφορά.
- οἲ μάλα καὶ τόδʼ ἀλγῶ.
- ἔρεσσʼ ἔρεσσε καὶ στέναζʼ ἐμὴν χάριν.
- διαίνομαι γοεδνὸς ὤν.
- βόα νυν ἀντίδουπά μοι.
- μέλειν πάρεστι, δέσποτα.
- ἐπορθίαζέ νυν γόοις.
- ὀτοτοτοτοῖ.