GetPassage urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:1-20 urn:cts:greekLit:tlg0085.tlg002.perseus-grc2:1-20
Τάδε μὲν Περσῶν τῶν οἰχομένωνἙλλάδʼ ἐς αἶαν πιστὰ καλεῖται,καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσωνἑδράνων φύλακες, κατὰ πρεσβείανοὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺςΔαρειογενὴςεἵλετο χώρας ἐφορεύειν.ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳκαὶ πολυχρύσου στρατιᾶς ἤδηκακόμαντις ἄγαν ὀρσολοπεῖταιθυμὸς ἔσωθεν.πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴςᾤχωκε, νέον δʼ ἄνδρα βαΰζει,κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺςἄστυ τὸ Περσῶν ἀφικνεῖται·οἵτε τὸ Σούσων ἠδʼ Ἀγβατάνωνκαὶ τὸ παλαιὸν Κίσσιον ἕρκοςπρολιπόντες ἔβαν, τοὶ μὲν ἐφʼ ἵππων.τοὶ δʼ ἐπὶ ναῶν, πεζοί τε βάδηνπολέμου στῖφος παρέχοντες·