Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὑπερφρονήσας τὸν παρόντα δαίμονα
- ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν.
- Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν
- φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς.
- πρὸς ταῦτ᾽ ἐκεῖνον, σωφρονεῖν κεχρημένον,[*](κεχρημένον e schol. rec. Schütz: κεχρημένοι codd.)
- πινύσκετ᾽ εὐλόγοισι νουθετήμασιν,
- λῆξαι θεοβλαβοῦνθ᾽ ὑπερκόμπῳ θράσει.
- σὺ δ᾽, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη,
- ἐλθοῦσ᾽ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς
- λαβοῦσ᾽ ὑπαντίαζε παιδί. παντὶ[*](παντὶ Canter: πάντα codd.) γὰρ
- κακῶν ὑπ᾽ ἄλγους λακίδες ἀμφὶ σώματι
- στημορραγοῦσι ποικίλων ἐσθημάτων.
- ἀλλ᾽ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις:
- μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται.
- ἐγὼ δ᾽ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω.
- ὑμεῖς δέ, πρέσβεις, χαίρετ᾽, ἐν κακοῖς ὅμως
- ψυχὴν διδόντες ἡδονῇ[*](ψυχὴν ... ἡδονῇ Pauw: ψυχῇ ... ἡδονὴν codd.) καθ᾽ ἡμέραν,
- ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ.
- ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ᾽ ἔτι
- ἤλγησ᾽ ἀκούσας βαρβάροισι πήματα.