Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὦ δαῖμον, ὥς με πόλλ᾽ ἐσέρχεται[*](εἰσέρχεται codd.) κακῶν[*](κακῶν Schütz: κακὰ codd.)
- ἄλγη, μάλιστα δ᾽ ἥδε συμφορὰ δάκνει,
- ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
- ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
- ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
- ὑπαντιάζειν παιδί μου[*](παιδί μου Burges: ἐμῷ παιδὶ M: παίδ᾽ ἐμῷ recc.) πειράσομαι.
- οὐ γὰρ τὰ φίλτατ᾽ ἐν κακοῖς προδώσομεν.
- ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πο-
- λισσονόμου βιοτᾶς ἐπεκύρσαμεν,
- εὖθ᾽ ὁ γηραιὸς[*](γεραιὸς M V)
- πανταρκὴς ἀκάκας
- ἄμαχος βασιλεὺς
- ἰσόθεος Δαρεῖος ἆρχε χώρας.
- πρῶτα μὲν εὐδοκίμους στρατιὰς[*](εὐδοκίμους στρατιὰς Wellauer: εὐδοκίμου στρατιᾶς codd.) ἀπε-
- φαινόμεθ᾽,[*](ἀπεφαινόμεθ᾽ recc.: ἀποφαινόμεθ᾽ M) ἠδὲ πολίσματα[*](πολίσματα Keiper: νομίματα M) πύργινα
- πάντ᾽ ἐπέρθομεν.[*](ἐπέρθομεν Pallis: ἐπέ.θυνον (υ eraso) M)
- νόστοι δ᾽ ἐκ πολέμων
- ἀπόνους ἀπαθεῖς
- <ἀνέρασ>[*](ἀνέρας add. Wecklein) εὖ πράσσοντας ἆγον οἴκους.[*](οἴκους Porson: ἐς οἴκους codd.)
- ὅσσας δ᾽ εἷλε πόλεις πόρον