Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μίμνουσι δ᾽ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς
  2. ἄρδει, φίλον[*](φίλον recc.: φίλος M) πίασμα Βοιωτῶν χθονί:
  3. οὗ σφιν κακῶν ὕψιστ᾽ ἐπαμμένει[*](ὕψιστε παμμένει (α supra τε scr. m) M) παθεῖν,
  4. ὕβρεως ἄποινα κἀθέων φρονημάτων:
  5. οἳ γῆν μολόντες Ἑλλάδ᾽ οὐ θεῶν βρέτη
  6. ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς:
  7. βωμοὶ δ᾽ ἄιστοι, δαιμόνων θ᾽[*](θ᾽ recc.: om. M alii) ἱδρύματα
  8. πρόρριζα φύρδην ἐξανέστραπται βάθρων.
  9. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα
  10. πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν
  11. κρηνὶς ἀπέσβηκ᾽,[*](κρηνὶς ἀπέσβηκ᾽ Housman: κρηπὶς ὕπεστιν codd. (possis et κρήνη κατέσβηκ᾽ legere) ἐκπιδύεται Schütz: ἐκπαιδεύεται codd.) ἀλλ᾽ ἔτ᾽ ἐκπιδύεται.
  12. τόσος γὰρ ἔσται πέλανος αἱματοσταγὴς[*](αἱματοσταγὴς (in recc. duobus adscript.) Brunck: αἱματοσφαγὴς codd.)
  13. πρὸς γῇ Πλαταιῶν Δωρίδος[*](Πλαταιῶν Δωρίδος recc.: πλατέων δωριάδος M) λόγχης ὕπο:
  14. θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ
  15. ἄφωνα σημανοῦσιν[*](σημανοῦσιν recc.: σημαινοῦσιν M) ὄμμασιν βροτῶν
  16. ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν.
  17. ὕβρις γὰρ ἐξανθοῦσ᾽ ἐκάρπωσεν στάχυν
  18. ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος.
  19. τοιαῦθ᾽ ὁρῶντες τῶνδε τἀπιτίμια
  20. μέμνησθ᾽ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις