Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. Μῆδος γὰρ ἦν[*](ἦν γὰρ M: γὰρ ἦν m) ὁ πρῶτος ἡγεμὼν στρατοῦ:
  2. ἄλλος δ᾽ ἐκείνου παῖς τόδ᾽ ἔργον ἤνυσεν:
  3. φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν.[*](ᾠακοστρόφουν Porson: οἰακοστρόφουν codd. [sed vid. ad 13])
  4. τρίτος δ᾽ ἀπ᾽ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ,
  5. ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις:
  6. Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο,
  7. Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ.
  8. θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ.
  9. Κύρου δὲ παῖς τέταρτος ηὔθυνε[*](ηὔθυνε Brunck: ἴθυνε ex ἤ. θυνε (fuerat ηὔθυνε) factum M) στρατόν.
  10. πέμπτος δὲ Μάρδος[*](δὲ Μάρδος recc.: δ᾽ εμαρδος (ις supra ος scr. m) M) ἦρξεν, αἰσχύνη πάτρᾳ
  11. θρόνοισί τ᾽ ἀρχαίοισι: τὸν δὲ σὺν δόλῳ
  12. Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις,
  13. ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ᾽ ἦν χρέος.
  14. [ἕκτος δὲ Μάραφις, ἕβδομος δ᾽[*](δ᾽ recc.: om. M) Ἀρταφρένης.][*](seclusit Schütz)
  15. κἀγὼ πάλου τ᾽[*](τ᾽ recc.: δ᾽ M V alii) ἔκυρσα τοῦπερ ἤθελον,
  16. κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ.
  17. ἀλλ᾽ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει.
  18. Ξέρξης δ᾽ ἐμὸς παῖς ὢν νέος[*](ὢν νέος Turnebus: νέος ἐὼν codd. [vide tamen ad 13]) νέα φρονεῖ,
  19. κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς:
  20. εὖ γὰρ σαφῶς τόδ᾽ ἴστ᾽, ἐμοὶ ξυνήλικες,