Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν
  2. ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ:
  3. καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις
  4. περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ,
  5. θνητὸς ὢν δὲ θεῶν[*](δὲ θεῶν Döderlein: θεῶν δὲ codd.) ἁπάντων[*](ἁπάντων Weil: πάντων codd.) ᾤετ᾽, οὐκ εὐβουλίᾳ,
  6. καὶ Ποσειδῶνος κρατήσειν. πῶς τάδ᾽ οὐ νόσος[*](νόσος m1 recc.: νόος M) φρενῶν
  7. εἶχε παῖδ᾽ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος
  8. οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή.
Ἄτοσσα
  1. ταῦτά τοι[*](τοι Dindorf: τοῖς codd.) κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται
  2. θούριος Ξέρξης: λέγουσι δ᾽ ὡς σὺ μὲν μέγαν[*](μέγαν recc.: μέγα M) τέκνοις
  3. πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ᾽ ἀνανδρίας ὕπο
  4. ἔνδον αἰχμάζειν, πατρῷον δ᾽ ὄλβον οὐδὲν αὐξάνειν.
  5. τοιάδ᾽ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν
  6. τήνδ᾽ ἐβούλευσεν κέλευθον καὶ στράτευμ᾽ ἐφ᾽ Ἑλλάδα.
Δαρεῖος
  1. τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον
  2. μέγιστον, ἀείμνηστον, οἷον οὐδέπω
  3. τόδ᾽ ἄστυ Σούσων ἐξεκείνωσεν πεσόν,
  4. ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ᾽ ὤπασεν,
  5. ἕν᾽ ἄνδρ᾽ ἁπάσης Ἀσίδος μηλοτρόφου
  6. ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον.