Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς.
- ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν.
- καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ᾽ ἐπιστενάζετε;
- ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν.
- ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί;
- ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ.
- Βακτρίων δ᾽ ἔρρει πανώλης δῆμος, οὐδέ[*](οὐδέ] οὐ δή Hartung) τις γέρων.
- ὦ μέλεος, οἵαν ἄρ᾽ ἥβην ξυμμάχων ἀπώλεσεν.
- μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα—
- πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία;
- καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ᾽ ἐτήτυμον;
- ναί: λόγος κρατεῖ σαφηνὴς τοῦτό γ᾽, οὐδ᾽[*](γ᾽ οὐδ᾽ Campbell: γ᾽ οὐκ codd.: κοὐκ Dindorf) ἔνι στάσις.
- φεῦ, ταχεῖά γ᾽ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ᾽ ἐμὸν
- Ζεὺς ἐπέσκηψεν[*](ἐπέσκηψεν recc.: ἀπέσκηψεν M) τελευτὴν θεσφάτων: ἐγὼ δέ που
- διὰ μακροῦ χρόνου τάδ᾽ ηὔχουν ἐκτελευτήσειν θεούς:
- ἀλλ᾽ ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται.
- νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις.
- παῖς δ᾽ ἐμὸς τάδ᾽ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει: