Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι
  2. λέξον. ἀνθρώπεια δ᾽ ἄν τοι πήματ᾽ ἂν τύχοι βροτοῖς.
  3. πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ᾽ ἐκ χέρσου κακὰ
  4. γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω.
Ἄτοσσα
  1. ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ,[*](εὐτυχεῖ πότμῳ recc.: εὐτυχῆ πότμον M alii (sed in M ῆ ex εῖ factum))
  2. ὡς ἕως τ᾽ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν
  3. βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες,
  4. νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος.
  5. πάντα γάρ, Δαρεῖ᾽, ἀκούσει μῦθον ἐν βραχεῖ χρόνῳ:[*](χρόνῳ] λόγῳ recc. aliquot)
  6. διαπεπόρθηται τὰ Περσῶν πράγμαθ᾽, ὡς εἰπεῖν ἔπος.[*](εἰπεῖν ἔπος recc.: ἔπος εἰπεῖν M alii)
Δαρεῖος
  1. τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει;
Ἄτοσσα
  1. οὐδαμῶς: ἀλλ᾽ ἀμφ᾽ Ἀθήνας πᾶς κατέφθαρται στρατός.
Δαρεῖος
  1. τίς δ᾽ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον.
Ἄτοσσα
  1. θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα.
Δαρεῖος
  1. πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ᾽ ἐμώρανεν τάλας;
Ἄτοσσα
  1. ἀμφότερα: διπλοῦν μέτωπον ἦν δυοῖν[*](δοιοῖν (υ post δ supra scr.) M) στρατευμάτοιν.[*](στρατευμάτοιν recc.: στρατηλάτοιν M V alii)
Δαρεῖος
  1. πῶς δὲ καὶ στρατὸς τοσόσδε[*](τόσσος δε M) πεζὸς ἤνυσεν περᾶν;
Ἄτοσσα
  1. μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ᾽ ἔχειν πόρον.
Δαρεῖος
  1. καὶ τόδ᾽ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν;
Ἄτοσσα
  1. ὧδ᾽[*](ὧδ᾽ M cett.: ὡς δ᾽ m) ἔχει: γνώμης δέ πού τις δαιμόνων ξυνήψατο.