Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην.
- ὑμεῖς δὲ θρηνεῖτ᾽ ἐγγὺς ἑστῶτες τάφου
- καὶ ψυχαγωγοῖς ὀρθιάζοντες[*](ὀρθιάζοντες Robortello: ὀρθρίζοντες V: ῥοθιάζοντες M G cett.) γόοις
- οἰκτρῶς καλεῖσθέ[*](καλεῖσθε recc.: καλεῖσθαι M) μ᾽: ἐστὶ δ᾽ οὐκ εὐέξοδον,
- ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ
- λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι.
- ὅμως δ᾽ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ
- ἥκω: τάχυνε δ᾽, ὡς ἄμεμπτος ὦ χρόνου.
- τί δ᾽[*](τί δ᾽ G: τί M) ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν;
- σέβομαι μὲν προσιδέσθαι,
- σέβομαι δ᾽ ἀντία λέξαι
- σέθεν ἀρχαίῳ περὶ τάρβει.
- ἀλλ᾽ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος,[*](πεπεισμένος om. M, add. m)
- μή τι μακιστῆρα μῦθον, ἀλλὰ σύντομον λέγων
- εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς.
- δίεμαι μὲν χαρίσασθαι,
- δίεμαι[*](δίεμαι Hermann: δείομαι M: δίομαι recc.) δ᾽ ἀντία φάσθαι,
- λέξας δύσλεκτα φίλοισιν.
- ἀλλ᾽ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται,
- τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ᾽ εὐγενὲς γύναι,